Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.116.6 | Hdt. 2.118.3 (English) | >>Hdt. 2.120.1 |
2.118.1
ὅμηρος μέν νυν καὶ τὰ Κύπρια ἔπεα χαιρέτω . εἰρομένου δέ μευ τοὺς ἱρέας εἰ μάταιον λόγον λέγουσι οἱ Ἕλληνες τὰ περὶ Ἴλιον γενέσθαι ἢ οὔ , ἔφασαν πρὸς ταῦτα τάδε , ἱστορίῃσι φάμενοι εἰδέναι παρʼ αὐτοῦ Μενέλεω .
2.118.2 ἐλθεῖν μὲν γὰρ μετὰ τὴν Ἑλένης ἁρπαγὴν ἐς τὴν Τευκρίδα γῆν Ἑλλήνων στρατιὴν πολλὴν βοηθεῦσαν Μενέλεῳ , ἐκβᾶσαν δὲ ἐς γῆν καὶ ἱδρυθεῖσαν τὴν στρατιὴν πέμπειν ἐς τὸ Ἴλιον ἀγγέλους , σὺν δέ σφι ἰέναι καὶ αὐτὸν Μενέλεων ·
2.118.3 τοὺς δʼ ἐπείτε ἐσελθεῖν ἐς τὸ τεῖχος , ἀπαιτέειν Ἑλένην τε καὶ τὰ χρήματα τά οἱ οἴχετο κλέψας Ἀλέξανδρος , τῶν τε ἀδικημάτων δίκας αἰτέειν · τοὺς δὲ Τευκροὺς τὸν αὐτὸν λόγον λέγειν τότε καὶ μετέπειτα , καὶ ὀμνύντας καὶ ἀνωμοτί , μὴ μὲν ἔχειν Ἑλένην μηδὲ τὰ ἐπικαλεύμενα χρήματα , ἀλλʼ εἶναι αὐτὰ πάντα ἐν Αἰγύπτῳ , καὶ οὐκ ἂν δικαίως αὐτοὶ δίκας ὑπέχειν τῶν Πρωτεὺς ὁ Αἰγύπτιος βασιλεὺς ἔχει .
2.118.4 οἱ δὲ Ἕλληνες καταγελᾶσθαι δοκέοντες ὑπʼ αὐτῶν οὕτω δὴ ἐπολιόρκεον , ἐς ὃ ἐξεῖλον · ἑλοῦσι δὲ τὸ τεῖχος ὡς οὐκ ἐφαίνετο ἡ Ἑλένη , ἀλλὰ τὸν αὐτὸν λόγου τῷ προτέρῳ ἐπυνθάνοντο , οὕτω δὴ πιστεύσαντες τῷ λόγῳ τῷ πρώτῳ οἱ Ἕλληνες αὐτὸν Μενέλεων ἀποστέλλουσι παρὰ Πρωτέα .
ch. 119
2.119.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.116.6 | Hdt. 2.118.3 (English) | >>Hdt. 2.120.1 |